Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.9 | Joseph. BJ 6.16 (English) | >>Joseph. BJ 6.23 |
6.14ὑπελάμβανόν τε τῶν ἀνδρῶν ἀμάχους μὲν τὰς ὁρμάς , ἀνάλωτον
-- -- οὐ μὴν ἐκράτησάν γε τῆς ἐπιχειρήσεως , ἀλλὰ προελθόντες μετὰ λαμπάδων πρὶν ἐγγίσαι τοῖς χώμασι ψυχρότεροι τῆς ἐλπίδος ὑπέστρεψαν .
6.17πρῶτον μὲν γὰρ οὐδʼ ὁμονοεῖν ἡ σκέψις αὐτῶν ἐῴκει κατὰ μέρος ἐκπηδώντων κἀκ διαλειμμάτων καὶ μεμελλημένως μετὰ δέους καθόλου τε εἰπεῖν οὐκ Ἰουδαϊκῶς · τὰ γὰρ ἴδια τοῦ ἔθνους ὑστέρητο ἅμα ἡ τόλμα καὶ ὁρμὴ καὶ δρόμος ὁμοῦ πάντων καὶ τὸ μηδὲ πταίοντας ἀναστρέφειν .
6.18ἀτονώτεροι δʼ ἑαυτῶν προελθόντες καὶ τοὺς Ῥωμαίους εὗρον ἐρρωμενέστερον τοῦ συνήθους παρατεταγμένους ·
6.19τοῖς μέν γε σώμασι καὶ ταῖς πανοπλίαις οὕτως ἐφράξαντο τὰ χώματα πάντοθεν ὡς τῷ πυρὶ μηδαμόθεν καταλιπεῖν παράδυσιν , τὴν δὲ ψυχὴν ἐτόνωσαν ἕκαστος μὴ μετακινηθῆναι τῆς τάξεως πρὸ θανάτου .
6.20πρὸς γὰρ τῷ πάσας αὐτῶν ὑποκόπτεσθαι τὰς ἐλπίδας , εἰ κἀκεῖνα καταφλεγείη τὰ ἔργα , δεινὴ τοὺς στρατιώτας εἶχεν αἰδώς , εἰ πάντα κρατήσειαν πανουργία μὲν ἀρετῆς , ἀπόνοια δʼ ὅπλων , πλῆθος δʼ ἐμπειρίας , Ἰουδαῖοι δὲ Ῥωμαίων .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.9 | Joseph. BJ 6.16 (English) | >>Joseph. BJ 6.23 |